Σάββατο 31 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ Ε' ΛΟΥΚΑ (Η ΠΑΡΑΒΟΛΗ ΤΟΥ ΠΛΟΥΣΙΟΥ ΚΑΙ ΤΟΥ ΛΑΖΑΡΟΥ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' ΙΒ´ 27 - 31
27 Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείτονα. καὶ ἔτι καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι.


ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α' ΙΓ´ 1 - 8
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 

Δευτέρα 26 Οκτωβρίου 2015

Σάββατο 24 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ ΚΑ' (ς' ΛΟΥΚΑ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Η ΘΕΡΑΠΕΙΑ ΤΟΥ ΔΑΙΜΟΝΙΣΜΕΝΟΥ ΤΩΝ ΓΑΔΑΡΗΝΩΝ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΓΑΛΑΤΑΣ Β´ 16 - 20
16 εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17 Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19 ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. 20 Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 

Τρίτη 20 Οκτωβρίου 2015

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


56. Τό χάραγμα τοῦ Θηρίου καί ὁ οἰκονομικός ἀποκλεισμός. Ὁ ἀριθμός τοῦ ὀνόματος τοῦ Θηρίου. Χωρία ἐξ ἄλλων βιβλίων τῆς Ἁγίας Γραφῆς περί Ἀντιχρίστου. Ὀνόματα αὐτοῦ. Ἡ φυσιογνωμία του. 13, 16-18 (14/11/82)




ΠΗΓΗ : arnion.gr 

Η ΟΜΙΛΙΑ ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ : ΕΔΩ

ΠΗΓΗ : 
  

Σάββατο 17 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΕΥΑΓΓΕΛΙΣΤΗΣ (ΤΕΤΡΑΕΥΑΓΓΕΛΙΟ ΣΕ ΠΕΡΓΑΜΗΝΗ)
13ος ΑΙΩΝΑΣ Μ.Χ. - ΜΟΝΗ ΚΑΡΑΚΑΛΛΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Δ´ 5 - 11
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. 10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, - περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν, - 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.


ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Δ´ 14 - 18
14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ’ οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ’ ὑμῶν· ἀμήν. 

Πέμπτη 15 Οκτωβρίου 2015

O ΓΕΡΟΝΤΑΣ ΑΘΑΝΑΣΙΟΣ ΑΠΑΝΤΑ ΣΕ ΑΠΟΡΙΕΣ


114. Ἡ ἐπιστημονική πρόοδος μπορεῖ σήμερα νά ἐξαφανίση τή Θρησκεία;





115.Εἶναι σωστό οἱ Χριστιανοί νά μεταμφιέζονται ἀκόμη καί για ἐθνικούς σκοπούς, γιά παράδειγμα οἱ κατάσκοποι;


Τρίτη 13 Οκτωβρίου 2015

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


55. Σχέσις τῶν δύο Θηρίων. Τά θαύματα τοῦ Ψευδοπροφήτου. Πλανᾶ τούς ἔχοντας κοσμικόν καί γήϊνον φρόνημα. Ὁ ἐξαναγκασμός προσκυνήσεως τοῦ Θηρίου.   13,12 – 15 (07/11/82)



ΠΗΓΗ : arnion.gr 


Η ΟΜΙΛΙΑ ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ : ΕΔΩ

ΠΗΓΗ : ΘΕΟΓΝΩΣΙΑ 

Σάββατο 10 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ Δ' ΛΟΥΚΑ (ΚΥΡΙΑΚΗ ΤΟΥ ΣΠΟΡΕΩΣ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΜΝΗΜΗ ΤΗΣ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΣΤΗ ΝΙΚΑΙΑ ΤΗΣ ΒΙΘΥΝΙΑΣ ΤΟ 787 M.Χ.
ΑΠΟΚΗΡΥΞΗ ΤΗΣ ΑΙΡΕΣΗΣ ΤΩΝ ΕΙΚΟΝΟΜΑΧΩΝ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΤΟΝ Γ´ 8 - 15
8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Πέμπτη 8 Οκτωβρίου 2015

O ΓΕΡΟΝΤΑΣ ΑΘΑΝΑΣΙΟΣ ΑΠΑΝΤΑ ΣΕ ΑΠΟΡΙΕΣ


113. Ἀφοῦ ὁ Χριστός μᾶς ἄφησε ἐλεύθερους νά διαλέξουμε ὅποιο δρόμο θέλομε, καλό ἤ κακό, γιατί στή Δευτέρα Παρουσία Του θά μᾶς κρίνει;




ΠΗΓΗ : arnion.gr

Τρίτη 6 Οκτωβρίου 2015

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


54. Ἡ προσκύνησις τοῦ Ἀντιχρίστου ὑφ᾿ ὅλης τῆς γῆς. Προτροπή πρός ὑπομονήν. Τό ἐκ τῆς ξηρᾶς β' Θηρίον ἀναδυόμενον . Δρᾶσις αὐτοῦ. 13,8 – 12 (31/10/82)



ΠΗΓΗ : arnion.gr 


Η ΟΜΙΛΙΑ ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ : ΕΔΩ

ΠΗΓΗ
 

Σάββατο 3 Οκτωβρίου 2015

ΚΥΡΙΑΚΗ Β' ΛΟΥΚΑ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β' Θ´ 6 - 11
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·

Παρασκευή 2 Οκτωβρίου 2015

3 ΟΚΤΩΒΡΙΟΥ : ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΑΡΕΟΠΑΓΙΤΟΥ


     Ο εν Αθήναις διά πυρός τελειωθείς πάνσοφος ιεράρχης και πολιούχος άγιος των Αθηνών. 

      Ο Άγιος Διονύσιος καταγόταν από την πόλη των Αθηνών.Ο Διονύσιος πίστευσε στον Ιησού Χριστό και βαπτίσθηκε χριστιανός από τον Απόστολο Παύλο.


    Έζησε και μαρτύρησε τα χρόνια που αυτοκράτορας ήταν ο Δομετιανός. Διακρίθηκε για τη φιλοσοφική του κατάρτιση και τη βαθιά του καλλιέργεια. Ο Άγιος Διονύσιος υπήρξε συγγραφέας πλήθους θεολογικών συγγραμμάτων.

 

 

Related Posts Plugin for WordPress, Blogger...