Σάββατο 30 Ιουλίου 2016

ΚΥΡΙΑΚΗ ΣΤ' ΜΑΤΘΑΙΟΥ (ΘΕΡΑΠΕΙΑ ΤΟ ΠΑΡΑΛΥΤΙΚΟΥ ΤΗΣ ΚΑΠΕΡΝΑΟΥΜ) : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

ΑΓΙΟΣ ΙΩΣΗΦ Ο ΑΠΟ ΑΡΙΜΑΘΑΙΑΣ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΒ´ 6 - 14
6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

Δευτέρα 25 Ιουλίου 2016

26 ΙΟΥΛΙΟΥ : ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ

 
Βιογραφία
      Η Αγία Παρασκευή γεννήθηκε στη Ρώμη στα χρόνια του αυτοκράτορα Αντωνίνου (138 - 160 μ.Χ.). Ήταν κόρη των ευσεβών Χριστιανών, Αγάθωνα και Πολιτείας, οι οποίοι φρόντισαν για την χριστιανική αγωγή της, όπως είχαν υποσχεθεί στο Θεό στην περίπτωση που θα τους έδινε ένα παιδί. Επειδή το παιδί γεννήθηκε ημέρα Παρασκευή έλαβε αυτό το όνομα.
      Μετά το θάνατο των γονέων της, η Παρασκευή

Σάββατο 23 Ιουλίου 2016

ΚΥΡΙΑΚΗ Ε' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

Η ΘΕΡΑΠΕΙΑ ΔΥΟ ΔΑΙΜΟΝΙΖΟΜΕΝΩΝ ΤΩΝ ΓΕΡΓΕΣΗΝΩΝ

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ι´ 1 - 10
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· 2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· 6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστι Χριστὸν καταγαγεῖν· 7 ἤ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. 8 Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ’ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. 9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. 

Σάββατο 16 Ιουλίου 2016

ΚΥΡΙΑΚΗ Δ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ



ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΤΙΤΟΝ Γ´ 8 - 15
8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν. 

Παρασκευή 15 Ιουλίου 2016

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


81. Ἡ ἔννοια τῶν ἐθνῶν Γώγ καί Μαγώγ. Ἡ κύκλευσις τῆς παρεμβολῆς τῶν ἁγίων καί τῆς Ἐκκλησίας. Τό ἐκ τοῦ οὐρανοῦ πῦρ. Ὁ Μέγας θρόνος τοῦ Κριτοῦ.  20, 8 – 11 (16/10/83)



ΠΗΓΗ : arnion.gr

ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : ΕΔΩ

ΠΗΓΗ : 

Σάββατο 9 Ιουλίου 2016

ΚΥΡΙΑΚΗ Γ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Ε´ 1 - 10
1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι’ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ· 

Σάββατο 2 Ιουλίου 2016

ΚΥΡΙΑΚΗ Β' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ



ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ Β´ 10 - 16
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 

Related Posts Plugin for WordPress, Blogger...