Σάββατο 24 Ιουνίου 2017

ΚΥΡΙΑΚΗ Γ' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ


ΣΥΝΑΞΗ ΤΩΝ ΑΓΙΩΝ ΝΕΟΜΑΡΤΥΡΩΝ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΗ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΗΣ ΜΑΡΤΥΡΗΣΑΝΤΩΝ (ΔΕΣ : ΕΔΩ)

ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : pdf

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (ε' 1-10)
Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,  δι' οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ.  οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,  ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα,  ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·

Σάββατο 17 Ιουνίου 2017

ΚΥΡΙΑΚΗ Β' ΜΑΤΘΑΙΟΥ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 ΣΥΝΑΞΗ ΤΩΝ ΑΓΙΟΡΕΙΤΩΝ ΠΑΤΕΡΩΝ

ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : pdf

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ (β' 10-16)
Ἀδελφοί, δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι· οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. Ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ.

Τρίτη 13 Ιουνίου 2017

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


98. Ἡ αὐθεντία τοῦ Ἰωάννου διά τήν ἀξιοπιστίαν τοῦ Βιβλίου τῆς Ἀποκαλύψεως. Ἀπόπειρα προσκυνήσεως τοῦ Ἀγγέλου. Μή σφραγίσης τό Βιβλίον τῆς Ἀποκαλύψεως.  
22, 8 – 10  (26/02/84)




ΠΗΓΗ :  arnion.gr


ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : pdf

ΠΗΓΗ :

Σάββατο 10 Ιουνίου 2017

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ



ΟΡΘΡΟΣ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : pdf

ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ (ια' 33 - ιβ' 2)
Ἀδελφοί, οἱ πατέρες μν, δι πστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Τοιγάρουν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.

Δευτέρα 5 Ιουνίου 2017

ΔΕΥΤΕΡΑ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ : ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ

 Η ΟΡΘΟΔΟΞΗ ΑΠΕΙΚΟΝΗΣΗ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ : ΕΔΩ

Τοῦ Ἁγίου Πνεύματος :
Θέσεις ἀπό τήν Προσευχή εἰς τό Ἅγιον Πνεῦμα, τοῦ Ἁγ. Συμεών τοῦ Ν. Θεολόγου (20-06-94)



ΠΗΓΗ : arnion.gr

ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : pdf


ΠΗΓΗ :

Σάββατο 3 Ιουνίου 2017

ΚΥΡΙΑΚΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ : ΑΠΟΣΤΟΛΟΣ - ΕΥΑΓΓΕΛΙΟ - ΟΜΙΛΙΕΣ ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ ΜΥΤΙΛΗΝΑΙΟΥ



ΑΠΟΣΤΟΛΟΣ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ (β' 1-11)
Ἐν ταις ημέραις εκείναις, ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Ἀπόδοση στη νεοελληνική:
Τις ημέρες ἐκείνες, όταν ἔφθασε ἡ ἡμέρα τῆς Πεντηκοστῆς, ἦσαν ὅλοι μαζὶ εἰς τὸ ἴδιο μέρος. Καὶ ἔξαφνα ἦλθε ἀπὸ τὸν οὐρανὸν βοή, σὰν νὰ φυσᾷ δυνατὸς ἄνεμος, ὁ ὁποῖος ἐγέμισε ὅλο τὸ σπίτι ὅπου ἐκάθοντο. Καὶ παρουσιάσθησαν γλῶσσες σὰν φλόγες φωτιᾶς νὰ διαμοιράζωνται εἰς αὐτοὺς καὶ νὰ κάθεται εἰς τὸν καθένα μία, καὶ ἐπληρώθησαν ὅλοι ἀπὸ Πνεῦμα Ἅγιον καὶ ἄρχισαν νὰ μιλοῦν ἄλλας γλώσσας καθὼς τὸ Πνεῦμα τοὺς ἔδινε δύναμιν λόγου.
Κατοικοῦσαν δὲ εἰς τὴν Ἱερουσαλὴμ Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ κάθε ἔθνος ὑπὸ τὸν οὐρανόν. Ὅταν ἔγινε ἡ βοὴ αὐτή, ἐμαζεύθηκε πλῆθος καὶ ἦσαν ὅλοι κατάπληκτοι, διότι ὁ καθένας τοὺς ἄκουε νὰ μιλοῦν τὴν δικήν του γλῶσσαν. Καὶ ἐξεπλήσσοντο ὅλοι καὶ ἐθαύμαζαν καὶ ἔλεγαν μεταξύ τους, «Δὲν εἶναι ὅλοι αὐτοὶ ποὺ μιλοῦν Γαλιλαῖοι; Πῶς συμβαίνει λοιπὸν νὰ τοὺς ἀκοῦμε ὁ καθένας μας εἰς τὴν δικήν μας μητρικὴν γλῶσσαν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τῆν Μεσοποταμίαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Καππαδοκίαν, τὸν Πόντον καὶ τὴν Ἀσίαν, τὴν Φρυγίαν καὶ τὴν Παμφυλίαν, τὴν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης, ἡ ὁποία ἐκτείνεται πρὸς τὴν Κυρήνην, καὶ οἱ ἐδῶ ἐγκατεστημένοι Ρωμαῖοι καὶ Ἰουδαῖοι καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, τοὺς ἀκοῦμε νὰ μιλοῦν στὶς δικές μας γλῶσσες διὰ τὰ μεγαλεῖα τοῦ Θεοῦ».

Παρασκευή 2 Ιουνίου 2017

ΓΕΡΟΝΤΟΣ ΑΘΑΝΑΣΙΟΥ : ΕΡΜΗΝΕΙΑ ΑΠΟΚΑΛΥΨΗΣ


97. «Ἰδού ἔρχομαι ταχύ». Ἡ ἀνάγκη τῆς Δευτέρας τοῦ Χριστοῦ παρουσίας καί τό σύντομον τοῦ χρόνου αὐτῆς. Ὁ Μακαρισμός τῶν τηρούντων τούς λόγους τῆς Προφητείας.   22,7  (19/02/84)



ΠΗΓΗ : arnion.gr


ΑΠΟΜΑΓΝΗΤΟΦΩΝΗΜΕΝΗ ΟΜΙΛΙΑ : pdf 

ΠΗΓΗ :
 
Related Posts Plugin for WordPress, Blogger...