ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ : ΕΔΩ
ΕΣΠΕΡΙΝΟΣ - ΟΡΘΡΟΣ - ΤΡΟΠΑΡΙΑ - ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ : ΕΔΩ
ΑΠΟΣΤΟΛΟΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Β´ 8 - 12
8
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς
ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ
οὐ κατὰ Χριστόν· 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιτμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12
συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως
τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

































