Ὁ Βαῖδεν νικᾷ
Ὁ
Βαῖδεν, ἐν ταῖς ἀρχαιρεσίαις νικήσας, πρόεδρος τῶν ΗΑΠ γενήσεται, κατὰ
μὲν γὰρ τὸ τῶν ΗΑΠ σύστημα δεῖ τὸν πρόεδρον ἑλέσθαι βουλόμενον
διακοσίους καὶ ἑβδομήκοντα βουλευτὰς ἔχειν, ὁ δὲ Βαῖδεν τοῦτον τὸν
ἀριθμὸν ἤδη ὑπερβέβληκεν· ὅμως δὲ τὸ ἀποβὰν γιγνώσκειν οὐδαμῶς οὔτε
ῥᾴδιον οὔτε ταχὺ ἐγένετο, ἐδέησε γὰρ τρεῖς ἡμέρας μένειν ἕως τὸ ἄγγελμα
ἀφίκετο.καὶ δὴ καὶ αὗται αἱ ἀρχαιρεσίαι μάλιστα τῶν προτεραίων
διάφοροι ἐγένοντο διὰ ὃ πάντες ἐν τῇ τηλεοράσει ἑωράκαμεν, ὡς γὰρ ἐπὶ τὸ
πολὺ ὁ μὲν ἡττηθεὶς τὴν ἧτταν δεξάμενος τὸν νικήσαντα μακαρίζει, οἱ δὲ
δύο φιλικῶς εἴτε συνδειπνοῦσιν εἴτε ἄλλῳ τινὶ τρόπῳ ἀλλήλοις
ἐντυγχάνοντες περὶ τῆς διαδοχῆς διαλέγονται καὶ πάντα παρασκευάζουσιν
ἵνα ἡ διαδοχὴ ῥᾳδία γένηται, ἀλλὰ ὁ Τρᾶμπ, ἡττηθείς, ἐκ τῆς ἀρχῆς
μεγάλως βοήσας διεβεβαιώσατο ὅτι αὐτὸς μὲν νικήσειε, ὁ δὲ Βαῖδεν
νικηθείη, εἶπε δὲ ἄλλα τε καὶ ὅτι πολλοὶ μὲν τῶν ψήφων αἳ τῷ Βαῖδεν τὴν
νίκην παρέχοιεν ἂν ψευδεῖς ψῆφοι εἶεν, οὗτος δὲ ψεύσειε, βούλεται δὲ νῦν
τοὺς δικαστὰς τὸ ἀποβὰν ἄκυρον ποιεῖν καὶ ἑαυτὸν ὡς νικήσαντα
κηρύττειν.
ὃ νῦν πάντες γιγνώσκειν βούλοιντο ἂν τόδε ἐστίν, ὅ τι
ποιήσει ὁ Τρᾶμπ ἐπειδὰν ἡ ἡμέρα ἀφίκνηται ᾗ δεήσει αὐτὸν τήν τε ἀρχὴν τῷ
Βαῖδεν παραδοῦναι καὶ τὴν Λευκὴν Οἰκίαν καταλιπεῖν, οὐδέποτε γὰρ τὸ
πρότερον τοιοῦτο ἐγένετο, τὸν ἡττηθέντα πρῶτον μὲν τὴν ἀρχὴν καταλιπεῖν
οὐκ ἐθέλειν, ἔπειτα δὲ λέγειν ὅτι πολλοὶ τῶν ψήφων ψευδεῖς εἰσιν. ὁ
Τρᾶμπ ἔτι δύο μῆνας ὡς πρόεδρος μενεῖ, πολλοὶ δὲ φοβοῦνται μὴ τούτῳ τῷ
χρόνῳ οὐδὲν ἄλλο ποιῇ ἢ τιμωρίαν ἐκείνων λαβεῖν οἵτινες ἐνίοτε αὐτῷ
ἀντέστησαν.