Τρίτη 13 Οκτωβρίου 2020

Τὰ νέα ἑλληνιστὶ γεγραμμένα : Διαλεγώμεθα, ὦ φίλε!

 

Διαλεγώμεθα, ὦ φίλε!
1 Ὀκτωβρίου 2020

Picture “Διαλέγεσθαι φιλικῶς δεῖ,“ λέγουσιν ἀεὶ οἱ νομίζοντες πάντας τοὺς ἀνθρώπους τὰς ἁμίλλας τῷ διαλόγῳ διαλύειν δύνασθαι· ὅμως δὲ προχθὲς οἱ κανονικὸν διάλογον θεάσεσθαι ἐλπίζοντες οὐχ ηὗρον ὃ εὑρετέον ἦν.

τῇ μὲν τρίτῃ τοῦ Νοεμβρίου ἡμέρᾳ ἀρχαιρεσίας ποιήσονται οἱ τῶν ΗΑΠ πολῖται, οἵτινες δὲ οἱ δύο εἰς ἀρχὴν παραγγέλλοντές εἰσιν ἤδη ἴσμεν, ὁ Τρᾶμπ καὶ ὁ Βίδην, οἱ δύο ἄνθρωποι οἳ ἐπὶ τοῦ τῆς Λευκῆς Οἰκίας θρόνου καθίζεσθαι πειρῶνται· ἐν δὲ ταῖς ΗΑΠ ὁπόταν ἀρχαιρεσίαι γίγνωνται κατὰ μὲν τὸ εἰκὸς οἱ μνηστεύοντες ἐν τηλεοπτικῷ προγράμματι συνέρχονται ἵνα δημοσίᾳ διαλέγωνται περὶ οὗ ἑκάτερος ἐν νῷ ἔχει ποιεῖν ἐὰν πρόεδρος γίγνηται καὶ ὡς καλῶς τὰ πρὸς τὴν χώραν διοικήσει καὶ ὡς κακῶς ὁ ἕτερος διοικοίη ἄν, προχθὲς δὲ ὃ οἱ θεαταὶ ἰδεῖν ἐδυνήθησαν ὁμοιότερον ἦν παλαίσματι ἢ διαλόγῳ, αἱ οὖν Ἀμερικαναὶ ἐφημερίδες σαφῶς τὴν κατάστασιν τῇ ὑστεραίᾳ ἀνέγραψαν, παραδείγματος ἕνεκα “ἑορτὴν ὑβρισμάτων“ ὃ ἐγένετο καλοῦσιν.
λόγῳ μὲν ἔδει τοὺς δύο μνηστεύοντας κατὰ τοὺς τοῦ διαλόγου νόμους διαλέγεσθαι, ἔργῳ δὲ ἀνάξιόν τε καὶ αἰσχρὸν θέαμα ἐγένετο, ὁ γὰρ Τρᾶμπ πρῶτον μὲν συνεχῶς τὸν ἀνταγωνιστὴν ὑπέκρουεν, ἔπειτα δὲ καὶ πρὸς τοὺς τοῦ Βίδην συγγενεῖς ὑβρίσματά τινα προσέβαλεν, τέλος δὲ τοσάκις τὸν τοῦ ἀνταγωνιστοῦ λόγον ὑπέκρουεν ὥστε τούτῳ οὐκ ἐξῆν φράσιν μίαν τελευτᾶν, εἰς δὲ τοσαύτην ἀναίδειαν ἀφίκετο ὁ Τρᾶμπ ὥστε ὁ Βίδην αὐτῷ εἶπεν “οὐ σιωπῴης ἄν;“ ὁ δὲ Τρᾶμπ οὐ μόνον τὸν ἀνταγωνιστὴν ὕβρισεν ἀλλὰ καὶ περὶ ἑαυτοῦ μέγα ἐβόησεν, εἶπε γὰρ ὅτι “διὰ 47 μηνῶν πλείονα ἐποίησα ἐγὼ ἢ σὺ διὰ 47 ἐτῶν.“

ἡ δὲ ταραχὴ τοιαύτη ἐγένετο ὥστε τοῦ “διαλόγου“ τελευτήσαντος οἱ ταῦτα παρασκευάζοντες εἶπον ὅτι νέους νόμους τοῖς ἐπιγιγνομένοις διαλόγοις εἰσθήσοιεν, ἴσως γὰρ οἱ δύο μνηστεύοντες ἔτι δὶς αὖθις διὰ τῆς τηλεοράσεως “διαλέξονται“ πρὶν τοὺς πολίτας ψηφίζεσθαι.
Related Posts Plugin for WordPress, Blogger...