Παρασκευή 30 Οκτωβρίου 2020

Τὰ νέα ἑλληνιστὶ γεγραμμένα

 

Διδάσκαλον ἐν τῇ Γαλλίᾳ ἀποκτείνουσιν

 Picture 

    Τῇ προτεραίᾳ Παρασκευῇ ἐν τῇ Γαλλίᾳ οἱ Ἰσλαμισταὶ διδάσκαλον ἐκεφαλοτόμησαν ἅτε ζωγραφήματά τινα καὶ εἰκόνας  τοῖς μαθηταῖς δείξαντα· ἡ δὲ αἰτία; ἐν τούτοις τοῖς ζωγραφήμασι καὶ εἰκόσιν ἐξῆν τὸν προφήτην Μωάμεθ ἰδεῖν, ἀλλὰ κατὰ τοὺς τοῦ Ἰσλὰμ νόμους ζωγραφήματά τε καὶ εἰκόνας τὸν προφήτην δεικνύντα ἀπαγορεύεται τοῖς Μουσουλμάνοις. ὁ μὲν διδάσκαλος, ὃς γεωγραφίαν καὶ ἱστορίαν διδάσκει, περὶ τῆς παρρησίας τοῖς μαθηταῖς διαλέγεσθαι βουλόμενος, ταῦτα αὐτοῖς ἀπέδειξεν, τῇ δὲ ὑστεραίᾳ ὑπὸ νεανίου μόνον ὀκτωκαίδεκα ἔτη γεγονότος ἀπέθανεν (ὁ δὲ νεανίας αὐτὸς ὑπὸ τῶν φυλάκων ἀπέθανεν).
    Ταύτης τῆς δολοφονίας γενομένης, αὐτὸς ὁ φονεὺς ἐν τῷ Twitter φωτογραφίαν μὲν ἐπέθηκεν ἐν ᾗ τὸν ἀποθανόντα διδάσκαλον ἰδεῖν ἐξῆν, ἄγγελμα δὲ ἔγραψεν ᾧ ὡμολόγησεν αὐτὸς τὸν διδάσκαλον ἀποκτεῖναι.
    Ταχέως δὲ πάντα τὰ οὕτω καλούμενα “κοινωνικὰ δίκτυα“ ἀγγέλμασι περὶ τούτου ἐπληρώθη, ὧν τὰ πλεῖστα ταύτην τὴν δολοφονίαν ἔψεγεν, ἀλλὰ οἱ φύλακες ταχέως εἶδον πολλά, περὶ ὀγδοήκοντα, οὐ μόνον ταύτην τὴν δολοφονίαν τιμῶντα ἀλλὰ καὶ τῷ τε φονεῖ ἐπικουροῦντα καὶ ἀποκτείνειν ἐποτρύνοντα πάντας οἵτινες ἂν εἰκόνας τοῦ προφήτου δεικνύωσιν, ἀλλὰ οἱ φύλακες αἰσθόμενοι οἵτινες ταῦτα τὰ ἀγγέλματα γράψαιεν ταχέως κατέσχον.
    Ό τῆς ἀρχῆς φερέφωνος, ὁ Gabriel Attal, εἶπε χθὲς ὅτι “οἱ ταῦτα τὰ ὑβριστικὰ ἀγγέλματα γράψαντες συναίτιοί πώς εἰσιν,“ ὁ δὲ πρόεδρος Μακρὸν εἶπεν ὅτι “δεῖ μὴ ἐᾶν τοὺς Ἰσλαμιστὰς ἡσύχως ἐν τῇ ἡμετέρᾳ χώρᾳ καθεύδειν.“ πολλάκις δὴ οἱ νεανίαι τοῖς κοινωνικοῖς δικτύοις χρῶνται ἵνα πρὸς τὴν βίαν ἄλλους νεανίας ἐποτρύνωσιν.

Related Posts Plugin for WordPress, Blogger...