Αὖθις ἡ Σίνα πρὸς τὰς ΗΑΠ ἅμιλλαν ἔχει, ἡ
δὲ τάσις αὐξάνεται· ἡ δὲ αἰτία αὖθις ἡ αὐτή ἐστι πᾶσι γνωτή· ἡ νῆσος
Ταιβάν. ἡ δὴ τῆς Ταιβὰν κατάστασις ἔνδοξός ἐστιν, ἡ μὲν γὰρ Σίνα
διαβεβαιοῦται ὅτι αὕτη ἡ νῆσος μέρος τῆς Σίνης ἐστίν, ἡ δὲ Ταιβάν
αὐτόνομος οὖσα παύεσθαι οὐδαμῶς βούλεται.
εἰρωνικὴ δὲ ἡ κατάστασίς ἐστιν, αἱ γὰρ ΗΑΠ διπλωματικὰς συνθήκας τῇ Σίνῃ ἔχει οὐδὲ τῇ Ταιβάν (τῷ 1979ῳ ἔτει ἔδοξε ταῖς ΗΑΠ τὰς μὲν τῇ Ταιβὰν διπλωματικὰς συνθήκας καταλύειν, νέας δὲ τῇ Σίνῃ ποιεῖσθαι), ἀλλὰ ἅμα ὁ βέλτιστος σύμμαχος τῆς Ταιβάν εἰσι καὶ αὐτῇ βοηθήσουσαι ὅπλα συνεχῶς πωλοῦσιν, ὁπόταν δὲ τοῦτο γίγνηται ἡ Σίνα τὰς ΗΑΠ παρορμᾷ τῆς πράσεως παύεσθαι.
περὶ μὲν τοῦ νῦν τῶν ΗΑΠ προέδρου Τρᾶμπ καὶ τῆς αὐτοῦ πρὸς ταύτην τὴν ἅμιλλαν διαθέσεως, καὶ εἰ τὸ πρῶτον εἰς τὴν Λευκὴν Οἰκίαν ἀφικόμενος εἶπεν ὅτι ἐν νῷ ἔχοι τῷ τῆς Σίνης προέδρῳ Xi Jinping διπλωματικῶς προχωρεῖν, τέλος ἡ πρὸς Ταιβὰν ὅπλων πρᾶσις ηὔξησε καὶ νῦν σαφῶς τῇ νήσῳ ἐπικουρεῖ.
περὶ δὲ τὰ ἐν τῇ Ταιβὰν αὐτῇ, ἐξ οὗ ἡ πρόεδρος Tsai εἰς τὴν τῆς νήσου ἀρχὴν τῷ 2016ῳ ἔτει ἀφίκετο αἱ ἅμιλλαι ηὐξήκασιν, αὕτη γὰρ ἡ πρόεδρος πειρᾷ ὡς μάλιστα ταῖς τε ΗΑΠ πλησιάζειν καὶ ἀπὸ τῆς Σίνης ἀπελθεῖν καὶ τὸ τῆς Ταιβὰν στράτευμα αὐξάνειν.
νεωστὶ δὲ ἡ Σίνα πολεμικὰς ἀσκήσεις ἐποίησεν ἐν αἷς ἀεροσκάφη τινὰ ἐγγὺς τῆς νήσου ἔπτοντο, τὸ δὲ τούτου τέλος σαφὲς πᾶσιν ἐγένετο· τὴν Ταιβὰν φοβεῖν. πολλάκις δὲ ἡ Σίνα εἶπεν ὅτι τῆς Ταιβάν ποτε αὖθις ἄρξοιτο, τὴν νῆσον βίᾳ λαβοῦσα εἰ ἀναγκαῖον εἴη, ὃ πάντες ἐλπίζουσι μὴ γενήσεσθαι. τὸ τῆς Σίνης στράτευμα πολλῷ μεῖζόν ἐστιν τοῦ τῆς Ταιβάν, ἀλλὰ πολέμου γενομένου... τί αἱ ΗΑΠ ποιήσαιεν ἄν;